호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτο, τῷ δ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, κτεῖνε δ ἐπιστροφάδην:? τῶν δὲ στόνος ὄρνυτ ἀεικὴς ἀόρι θεινομένων, ἐρυθαίνετο δ αἵματι γαῖα. ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς ὄφρα δυώδεκ ἔπεφνεν: ἀτὰρ πολύμητις Ὀδυσσεὺς ὅν τινα Τυδεΐδης ἀόρι πλήξειε παραστὰς τὸν δ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ νεκροῖς ἀμβαίνοντες: ἀήθεσσον γὰρ ἔτ αὐτῶν. ἀλλ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα ἀσθμαίνοντα: κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη τὴν νύκτ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης. τόφρα δ ἄρ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, σὺν δ ἠείρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι: ῥοίζησεν δ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기