- 텍스트

Homer, Iliad, Book 10 49:

(호메로스, 일리아스, Book 10 49:)

τὸν δ ἠμείβετ ἔπειτα Δόλων Εὐμήδεος υἱός:? τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ ἀτρεκέως καταλέξω. πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, πρὸς Θύμβρης δ ἔλαχον Λύκιοι Μυσοί τ ἀγέρωχοι καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα· εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον Θρήϊκες οἷδ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων: ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ηἰ¨ονῆος. τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους: λευκότεροι χιόνος, θείειν δ ἀνέμοισιν ὁμοῖοι: ἁρ´μα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται: τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι ἤλυθ ἔχων: τὰ μὲν οὔ τι καταθνητοῖσιν ἐοίκεν ἄνδρεσσιν φορέειν, ἀλλ ἀθανάτοισι θεοῖσιν. ἀλλ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, ἠέ με δήσαντες λίπετ αὐτόθι νηλέϊ δεσμῷ, ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο ἠὲ κατ αἶσαν ἐείπον ἐν ὑμῖν, ἠε῀ καὶ οὐκί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION