- 텍스트

Homer, Iliad, Book 10 40:

(호메로스, 일리아스, Book 10 40:)

ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην:? ὃ δ ἄρ ὦκα παρέδραμεν ἀφραδίῃσιν. ἀλλ ὅτε δή ῥ ἀπέην ὅσσόν τ ἐπὶ οὖρα πέλονται ἡμιόνων: αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον: τὼ μὲν ἐπεδραμέτην, ὃ δ ἄρ ἔστη δοῦπον ἀκούσας. ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. ἀλλ ὅτε δή ῥ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, γνῶ ῥ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ ἐνώμα φευγέμεναι: τοὶ δ αἶψα διώκειν ὁρμήθησαν. ὡς δ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης ἢ κεμάδ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ χῶρον ἀν ὑλήενθ, ὃ δέ τε προθέῃσι μεμηκώς, ὣς τὸν Τυδεΐδης ἠδ ὃ πτολίπορθος Ὀδυσσεὺς λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί. ἀλλ ὅτε δὴ τάχ ἔμελλε μιγήσεσθαι φυλάκεσσι φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ Ἀθήνη Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι. δουρὶ δ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης: ἠὲ μέν ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION