- 텍스트

Homer, Iliad, Book 10 15:

(호메로스, 일리아스, Book 10 15:)

ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, ποσσὶ δ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν διπλῆν ἐκταδίην, οὔλη δ ἐπενήνοθε λάχνη.? εἵλετο δ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, βῆ δ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. πρῶτον ἔπειτ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ φθεγξάμενος: τὸν δ αἶψα περὶ φρένας ἤλυθ ἰωή, ἐκ δ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἐείπε: τίφθ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἰοῖ ἀλᾶσθε νύκτα δι ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION