- 텍스트

Homer, Iliad, Book 10 11:

(호메로스, 일리아스, Book 10 11:)

τὸν δ ἠμείβετ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:? χρειὼ γὰρ ἱκάνεται οὐκέτ ἀνεκτός. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς ἐκτελέει, ὅσα πού νυν ἐέλπεται: ἀλλά μιν οἰώ κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. σοὶ δὲ μάλ ἕψομ ἐγώ: ποτὶ δ αὖ καὶ ἐγείρομεν ἄλλους ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ Ὀδυσῆα ἠδ Αἰάντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. ἀλλ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν ἀντίθεόν τ Αἰάντα καὶ Ἰδομενῆα ἄνακτα: τῶν γὰρ νῆες ἐάσιν ἑκαστάτω, οὐδὲ μάλ ἐγγύς. ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ ἐπικεύσω ὡς εὕδει, σοὶ δ οἰῴ ἐπέτρεψεν πονέεσθαι. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι λισσόμενος:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION