호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:? χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν. Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ ἱεροῖσιν: οὐ γάρ πω ἰδόμην, οὐδ ἔκλυον αὐδήσαντος ἄνδρ ἕνα τοσσάδε μέρμερ ἐπ ἤματι μητίσασθαι, ὅσς Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἱᾶς Ἀχαιῶν αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο. ἔργα δ ἔρεξ ὅσα φημὶ μελησέμεν Ἀργείοισι δηθά τε καὶ δολιχόν: τόσα γὰρ κακὰ μήσατ Ἀχαιούς. ἀλλ ἴθι νῦν Αἰάντα καὶ Ἰδομενῆα κάλεσσον ῥίμφα θέων παρὰ νῆας: ἐγὼ δ ἐπὶ Νέστορα δῖον εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ ἐθέλῃσιν ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ ἐπιτεῖλαι. κείνῳ γάρ κε μάλιστα πιθοίατο: τοῖο γὰρ υἱὸς σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων Μηριόνης: τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기