- 텍스트

Homer, Iliad, Book 10 3:

(호메로스, 일리아스, Book 10 3:)

ὣς δ αὔτως Μενέλαον ἔχε τρόμος:? οὐδὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε: μή τι πάθοιεν Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ ὑγρὴν ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας θήκατο χαλκείην, δόρυ δ εἵλετο χειρὶ παχείῃ. βῆ δ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων Ἀργείων ἤνασσε, θεὸς δ ὣς τίετο δήμῳ. τὸν δ εὑρ῀ ἀμφ ὤμοισι τιθήμενον ἔντεα καλὰ νηῒ πάρα πρύμνῃ: τῷ δ ἀσπάσιος γένετ ἐλθών. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος: τίφθ οὕτως ἠθεῖε κορύσσεαι· ἦ τιν ἑταίρων ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον· ἀλλὰ μάλ αἰνῶς δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον ἄνδρας δυσμενέας σκοπιαζέμεν οἰο῀ς ἐπελθὼν νύκτα δι ἀμβροσίην: μάλα τις θρασυκάρδιος ἔσται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION