호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἔφαθ, οἳ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ μῦθον ἀγασσάμενοι:? μάλα γὰρ κρατερῶς ἀγόρευσε. δὴν δ ἄνεῳ ἦσαν τετιηότες υἱε῀ς Ἀχαιῶν: ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης: Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα μυρία δῶρα διδούς: ὃ δ ἀγήνωρ ἐστὶ καὶ ἄλλως: νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας. ἀλλ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἰῄσιν ἦ κε μένῃ: τότε δ αὖτε μαχήσεται ὁππότε κέν μιν θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ. ἀλλ ἄγεθ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ σίτου καὶ οἴνοιο: τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή: αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ηὤς, καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους ὀτρύνων, καὶ δ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기