호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον ἐξ ἐμεῦ:? ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ Ἀχιλλεῦ ποιεύμην, ἵνα μοί ποτ ἀεικέα λοιγὸν ἀμύνῃς. ἀλλ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν: οὐδέ τί σε χρὴ νηλεὲς ἦτορ ἔχειν: στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι λοιβῇ τε κνίσῃ τε παρατρωπῶς ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο χωλαί τε ῥυσαί τε παραβλῶπές τ ὀφθαλμώ, αἵ ῥά τε καὶ μετόπισθ ἄτης ἀλέγουσι κιοῦσαι. ἣ δ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ αἰᾶν βλάπτους ἀνθρώπους: αἳ δ ἐξακέονται ὀπίσσω. ὃς μέν τ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, τὸν δὲ μέγ ὤνησαν καί τ ἔκλυον εὐχομένοιο: ὃς δέ κ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, λίσσονται δ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι τῷ ἄτην ἅμ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. ἀλλ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι τιμήν, ἥ τ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ ὄπισθ ὀνομάζοι Ἀτρεΐδης, ἀλλ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης: νῦν δ ἅμα τ αὐτίκα πολλὰ διδοῖ τὰ δ ὄπισθεν ὑπέστη, ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ φίλτατοι Ἀργείων: τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς μηδὲ πόδας: πρὶν δ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν ἡρώων, ὅτε κέν τιν ἐπιζάφελος χόλος ἵκοι: δωρητοί τε πέλοντο παράρρητοί τ ἐπέεσσι. μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε ὡς ἦν: ἐν δ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. Κουρῆτές τ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς Οἰνεὺς ῥέξ: ἄλλοι δὲ θεοὶ δαίνυνθ ἑκατόμβας, οἰῄ δ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. ἢ λάθετ ἢ οὐκ ἐνόησεν: ἀάσατο δὲ μέγα θυμῷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기