- 텍스트

Homer, Iliad, Book 9 26:

(호메로스, 일리아스, Book 9 26:)

τῇ πιθόμην καὶ ἔρεξα:? πατὴρ δ ἐμὸς αὐτίκ ὀϊσθεὶς πολλὰ κατηρᾶτο, στυγερὰς δ ἐπεκέκλετ Ἐρινῦς, μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν ἐξ ἐμέθεν γεγαῶτα: θεοὶ δ ἐτέλειον ἐπαρὰς Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. ἔνθ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ ἐν φρεσὶ θυμὸς πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι. ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι, πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, πολλὸν δ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος. εἰνάνυχες δέ μοι ἀμφ αὐτῷ παρὰ νύκτας ἰαυόν: οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ ἔσβη πῦρ, ἕτερον μὲν ὑπ αἰθούσῃ εὐερκέος αὐλῆς, ἄλλο δ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων. ἀλλ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή, καὶ τότ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς ῥεῖα, λαθὼν φύλακάς τ ἄνδρας δμῳάς τε γυναῖκας. φεῦγον ἔπειτ ἀπάνευθε δι Ἑλλάδος εὐρυχόροιο, Φθίην δ ἐξικόμην ἐριβώλακα μητέρα μήλων ἐς Πηλῆα ἄναχθ: ὃ δέ με πρόφρων ὑπέδεκτο, καί μ ἐφίλης ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι, καί μ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν: ναῖον δ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων. καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ Ἀχιλλεῦ, ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ ἄλλῳ οὔτ ἐς δαῖτ ἰέναι οὔτ ἐν μεγάροισι πάσασθαι, πρίν γ ὅτε δή ς ἐπ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας ὄψου τ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών. πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION