호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἔφαθ, οἳ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ μῦθον ἀγασσάμενοι:? μάλα γὰρ κρατερῶς ἀπέειπεν: ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ δάκρυ ἀναπρήσας: περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν: εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ Ἀχιλλεῦ βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, πῶς ἂν ἔπειτ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην οἰο῀ς· σοὶ δέ μ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς ἤματι τῷ ὅτε ς ἐκ Φθίης Ἀγαμέμνονι πέμπε νήπιον οὔ πω εἰδόθ ὁμοιΐου πολέμοιο οὐδ ἀγορέων, ἵνα τ ἄνδρες ἀριπρεπέες τελέθουσι. τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, μύθων τε ῥητῆρ ἔμεναι πρηκτῆρά τε ἔργων. ὡς ἂν ἔπειτ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι λείπεσθ, οὐδ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, οἱο῀ν ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο, ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ ἄκοιτιν μητέρ ἐμήν: ἣ δ αἰὲν ἐμὲ λισσέσκετο γούνων παλλακίδι προμιγῆναι, ἵν ἐχθήρειε γέροντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기