- 텍스트

Homer, Iliad, Book 9 20:

(호메로스, 일리아스, Book 9 20:)

τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, τάων ἥν κ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι πρὸς οἶκον Πηλῆος:? ὃ δ αὖτ ἐπὶ μείλια δώσει πολλὰ μάλ, ὅσς οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί: ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδ Ἄνθειαν βαθύλειμον καλήν τ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. πᾶσαι δ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος: ἐν δ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ ἄλλους περ Παναχαιοὺς τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς τίσους: ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο: νῦν γάρ χ Ἕκτορ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION