- 텍스트

Homer, Iliad, Book 9 18:

(호메로스, 일리아스, Book 9 18:)

ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ ἑταίρῳ.? αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ, ἐν δ ἄρα νῶτον ἔθηκ ὀΐος καὶ πίονος αἰγός, ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ. τῷ δ ἔχεν Αὐτομέδων, τάμνεν δ ἄρα δῖος Ἀχιλλεύς. καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ ὀβελοῖσιν ἔπειρε, πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, πάσσε δ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. αὐτὰρ ἐπεί ῥ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. αὐτὸς δ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον ὃν ἑταῖρον: ὃ δ ἐν πυρὶ βάλλε θυηλάς. οἳ δ ἐπ ὀνείαθ ἑτοῖμα προκείμενα χεῖρας ἰάλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, νεῦς Αἰάς Φοίνικι: νόησε δὲ δῖος Ὀδυσσεύς, πλησάμενος δ οἴνοιο δέπας δείδεκτ Ἀχιλῆα: χαῖρ Ἀχιλεῦ: δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ δαίνυσθ: ἀλλ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες δείδιμεν: ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ ἐπίκουροι κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδ ἔτι φασὶ σχήσεσθ, ἀλλ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων ἀστράπτει: Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει ἀνέρας οὐδὲ θεούς: κρατερὴ δέ ἑ λύσσα δέδυκεν. ἀρᾶται δὲ τάχιστα φανήμεναι Ηὦ δῖαν: στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα αὐτάς τ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION