- 텍스트

Homer, Iliad, Book 9 15:

(호메로스, 일리아스, Book 9 15:)

τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης πολλὰ μάλ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.? Μυρμιδόνων δ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, τὸν δ εὑρ῀ον φρένα τερπόμενον φόρμιγγι λιγείῃ καλῇ δαιδαλέῃ, ἐπὶ δ ἀργύρεον ζυγὸν ἠε῀ν, τὴν ἄρετ ἐξ ἐνάρων πόλιν Ηἐτίωνος ὀλέσσας: τῇ ὅ γε θυμὸν ἔτερπεν, ἀείδε δ ἄρα κλέα ἀνδρῶν. Πάτροκλος δέ οἱ οἰο῀ς ἐναντίος ἧστο σιωπῇ, δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων, τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς, στὰν δὲ πρόσθ αὐτοῖο: ταφὼν δ ἀνόρουσεν Ἀχιλλεὺς αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν. ὣς δ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: χαίρετον: ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ, οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION