호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:? ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας: ἀασάμην, οὐδ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. ἀλλ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ ἀπερείσι ἄποινα. ὑμῖν δ ἐν πάντεσσι περικλυτὰ δῶρ ὀνομήνω ἕπτ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ ἵππους πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. οὔ κεν ἀλήϊος εἰή ἀνὴρ ᾧ τόσσα γένοιτο, οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι. δώσω δ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. τὰς μέν οἱ δώσω, μετὰ δ ἔσσεται ἣν τότ ἀπηύρων κούρη Βρισῆος: ἐπὶ δὲ μέγαν ὁρ´κον ὀμοῦμαι μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται: εἰ δέ κεν αὖτε ἄστυ μέγα Πριάμοιο θεοὶ δώως ἀλαπάξαι, νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ Ἀχαιοί, Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, αἴ κε μετ Ἀργείην Ἑλένην κάλλισται ἐώσιν. εἰ δέ κεν Ἄργος ἱκοίμεθ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης γαμβρός κέν μοι ἐοί: τίσω δέ μιν ἶσον Ὀρέστῃ, ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, τάων ἥν κ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω πρὸς οἶκον Πηλῆος: ἐγὼ δ ἐπὶ μείλια δώσω πολλὰ μάλ, ὅσς οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί: ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδ Ἄνθειαν βαθύλειμον καλήν τ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. πᾶσαι δ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος: ἐν δ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο. δμηθήτω: Αἴ¨δης τοι ἀμείλιχος ἠδ ἀδάμαστος, τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων: καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι ἠδ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기