호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας εἰάτο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.? ὡς δ ὅτ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην φαίνετ ἀριπρεπέα, ὅτε τ ἔπλετο νήνεμος αἰθήρ: ἔκ τ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι καὶ νάπαι: οὐρανόθεν δ ἄρ ὑπερράγη ἄσπετος αἰθήρ, πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν: τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό. χίλι ἄρ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ εἰάτο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο. ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας ἑσταότες παρ ὄχεσφιν ἐΰθρονον Ηὦ μίμνον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기