- 텍스트

Homer, Iliad, Book 8 52:

(호메로스, 일리아스, Book 8 52:)

μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι, ἀλλ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος Τρωσὶν ἐφ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.? κήρυκες δ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων: θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη πῦρ μέγα καιόντων: φυλακὴ δέ τις ἔμπεδος ἔστω μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων. ὧδ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω: μῦθος δ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω, τὸν δ ἠοῦς Τρώεσσι μεθ ἱπποδάμοις ἀγορεύσω. ἔλπομαι εὐχόμενος Διί τ ἄλλοισίν τε θεοῖσιν ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν. ἀλλ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, πρῶϊ δ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. εἴσομαι εἴ κέ μ ὁ Τυδεΐδης κρατερὸς Διομήδης πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι. αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ ἐμὸν ἔγχος μείνῃ ἐπερχόμενον: ἀλλ ἐν πρώτοισιν ὀΐω κείσεται οὐτηθείς, πολέες δ ἀμφ αὐτὸν ἑταῖροι ἠελίου ἀνιόντος ἐς αὔριον: εἰ γὰρ ἐγὼν ὣς εἰήν ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα, τιοίμην δ ὡς τίετ Ἀθηναίη καὶ Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION