- 텍스트

Homer, Iliad, Book 8 49:

(호메로스, 일리아스, Book 8 49:)

τὴν δ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:? ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα ὄψεαι, αἴ κ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη ὀλλύντ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων: οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, ἤματι τῷ ὅτ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος: ὣς γὰρ θέσφατόν ἐστι: σέθεν δ ἐγὼ οὐκ ἀλεγίζω χωομένης, οὐδ εἴ κε τὰ νείατα πείραθ ἵκηαι γαίης καὶ πόντοιο, ἵν Ιἄπετός τε Κρόνος τε ἥμενοι οὔτ αὐγῇς Ὑπερίονος Ηἐλίοιο τέρποντ οὔτ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς: οὐδ ἢν ἔνθ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION