- 텍스트

Homer, Iliad, Book 8 42:

(호메로스, 일리아스, Book 8 42:)

ὣς ἔφατ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, βῆ δ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.? πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο ἀντομένη κατέρυκε, Διὸς δέ σφ ἔννεπε μῦθον: πῇ μέματον· τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ· οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν. ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ, γυιώσειν μὲν σφῶϊν ὑφ ἁρ´μασιν ὠκέας ἵππους, αὐτὰς δ ἐκ δίφρου βαλέειν κατά θ ἁρ´ματα ἄξειν: οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς ἕλκε ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός: ὄφρα ἰδῇς γλαυκῶπι ὅτ ἂν σῷ πατρὶ μάχηαι. Ἥρῃ δ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται: αἰεὶ γάρ οἱ ἐώθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ: ἀλλὰ σύ γ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION