- 텍스트

Homer, Iliad, Book 8 41:

(호메로스, 일리아스, Book 8 41:)

Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ ἄρ αἰνῶς, Ἶριν δ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν:? βάσκ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ ἐά ἄντην ἔρχεσθ: οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται: γυιώσω μέν σφωϊν ὑφ ἁρ´μασιν ὠκέας ἵππους, αὐτὰς δ ἐκ δίφρου βαλέω κατά θ ἁρ´ματα ἄξω: οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς ἕλκε ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός: ὄφρα ἰδῇ γλαυκῶπις ὅτ ἂν ᾧ πατρὶ μάχηται. Ἥρῃ δ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι: αἰεὶ γάρ μοι ἐώθεν ἐνικλᾶν ὅττί κεν εἴπω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION