- 텍스트

Homer, Iliad, Book 8 38:

(호메로스, 일리아스, Book 8 38:)

τὴν δ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:? καὶ λίην οὗτός γε μένος θυμόν τ ὀλέσειε χερσὶν ὑπ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ: ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς: οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν τειρόμενον σώεσκον ὑπ Εὐρυσθῆος ἀέθλων. ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς τῷ ἐπαλεξήσουσαν ἀπ οὐρανόθεν προΐαλλεν. εἰ γὰρ ἐγὼ τάδε ᾔδε ἐνὶ φρεσὶ πευκαλίμῃσιν εὖτέ μιν εἰς Αἴ¨δαο πυλάρταο προὔπεμψεν ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Αἴ¨δαο, οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα. νῦν δ ἐμὲ μὲν στυγέει, Θέτιδος δ ἐξήνυσε βουλάς, ἥ οἱ γούνατ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. ἔσται μὰν ὅτ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ. ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους, ὄφρ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας, ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ οἰωνοὺς δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION