호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθά κε λοιγὸσ ἐήν καὶ ἀμήχανα ἔργα γένοντο, καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠύ̈τε ἄρνεσ, εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε· βροντήσασ δ’ ἄρα δεινὸν ἀφῆκ’ ἀργῆτα κεραυνόν, κὰδ δὲ πρόσθ’ ἵππων Διομήδεοσ ἧκε χαμᾶζε· δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, τὼ δ’ ἵππω δείσαντε καταπτήτην ὑπ’ ὄχεσφι· Νέστορα δ’ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα, δεῖσε δ’ ὅ γ’ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε· Τυδεί̈δη ἄγε δ’ αὖτε φόβον δ’ ἔχε μώνυχασ ἵππουσ. ἦ οὐ γιγνώσκεισ ὅ τοι ἐκ Διὸσ οὐχ ἕπετ’ ἀλκή; νῦν μὲν γὰρ τούτῳ Κρονίδησ Ζεὺσ κῦδοσ ὀπάζει σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ’ ἐθέλῃσι, δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸσ νόον εἰρύσσαιτο οὐδὲ μάλ’ ἴφθιμοσ, ἐπεὶ ἦ πολὺ φέρτερόσ ἐστι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기