- 텍스트

Homer, Iliad, Book 8 6:

(호메로스, 일리아스, Book 8 6:)

ὣς εἰπὼν ὑπ ὄχεσφι τιτύσκετο χαλκόποδ ἵππω ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, χρυσὸν δ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ ἱμάσθλην χρυσείην εὔτυκτον, ἑοῦ δ ἐπεβήσετο δίφρου, μάστιξεν δ ἐλάαν:? τὼ δ οὐκ ἀέκοντε πετέσθην μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. Ἴδην δ ἵκανεν πολυπίδακα μητέρα θηρῶν Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις. ἔνθ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε λύσας ἐξ ὀχέων, κατὰ δ ἠέρα πουλὺν ἔχευεν. αὐτὸς δ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION