- 텍스트

Homer, Iliad, Book 8 2:

(호메로스, 일리아스, Book 8 2:)

Ηὢς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ αἰᾶν, Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο:? αὐτὸς δέ σφ ἀγόρευε, θεοὶ δ ὑπὸ πάντες ἄκουον: κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, ὄφρ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ ἅμα πάντες αἰνεῖτ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. ὃν δ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ἐλθόντ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ: ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα τῆλε μάλ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον, ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, τόσσον ἔνερθ Αἴ¨δεω ὅσον οὐρανός ἐστ ἀπὸ γαίης: γνώσετ ἔπειθ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων. εἰ δ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες: σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες πάντές τ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι: ἀλλ οὐκ ἂν ἐρύσαιτ ἐξ οὐρανόθεν πεδίον δὲ Ζῆν ὕπατον μήστωρ, οὐδ εἰ μάλα πολλὰ κάμοιτε. ἀλλ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, αὐτῇ κεν γαίῃ ἐρύσαιμ αὐτῇ τε θαλάσσῃ: σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο δησαίμην, τὰ δέ κ αὖτε μετήορα πάντα γένοιτο. τόσσον ἐγὼ περί τ εἰμὶ θεῶν περί τ εἴμ ἀνθρώπων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION