- 텍스트

Homer, Iliad, Book 7 15:

(호메로스, 일리아스, Book 7 15:)

ὣς νείκεσς ὃ γέρων, οἳ δ ἐννέα πάντες ἀνέσταν.? ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, τῷ δ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, τοῖσι δ ἐπ Αἰάντες θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δ ἐπ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, τοῖσι δ ἐπ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς: πάντες ἄρ οἵ γ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ. τοῖς δ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ: κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν: οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς, καὶ δ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION