호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένασ ἡρ́ωσ αἴσιμα παρειπών, ὃ δ’ ἐπείθετο· τοῦ μὲν ἔπειτα γηθόσυνοι θεράποντεσ ἀπ’ ὤμων τεύχε’ ἕλοντο· Νέστωρ δ’ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν· ὢ πόποι ἦ μέγα πένθοσ Ἀχαιί̈δα γαῖαν ἱκάνει. ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺσ ἐσθλὸσ Μυρμιδόνων βουληφόροσ ἠδ’ ἀγορητήσ, ὅσ ποτέ μ’ εἰρόμενοσ μέγ’ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε. τοὺσ νῦν εἰ πτώσσοντασ ὑφ’ Ἕκτορι πάντασ ἀκούσαι, πολλά κεν ἀθανάτοισι φίλασ ἀνὰ χεῖρασ ἀείραι θυμὸν ἀπὸ μελέων δῦναι δόμον Αἴ̈δοσ εἴσω.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기