호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἔφαθ, Ἕκτωρ δ αὖτε χάρη μέγα μῦθον ἀκούσας, καί ῥ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, μέσσου δουρὸς ἑλών:? οἳ δ ἱδρύνθησαν ἅπαντες. κὰδ δ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς: κὰδ δ ἄρ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι φηγῷ ἐφ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο ἀνδράσι τερπόμενοι: τῶν δὲ στίχες εἱάτο πυκναὶ ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. οἱή δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ αὐτῆς, τοῖαι ἄρα στίχες εἱάτ Ἀχαιῶν τε Τρώων τε ἐν πεδίῳ: Ἕκτωρ δὲ μετ ἀμφοτέροισιν ἐείπε: κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ ὄφρ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ὁρ´κια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν. ὑμῖν δ ἐν γὰρ ἐάσιν ἀριστῆες Παναχαιῶν: τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει δεῦρ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ. ὧδε δὲ μυθέομαι, Ζεὺς δ ἄμμ ἐπιμάρτυρος ἔστω: εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, σῶμα δὲ οἴκαδ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. εἰ δέ κ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν, καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω, ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον: ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος, ὅν ποτ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ. ὥς ποτέ τις ἐρέει: τὸ δ ἐμὸν κλέος οὔ ποτ ὀλεῖται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기