호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ:? δαιμόνι οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἰή ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι: ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις: τὸ δ ἐμὸν κῆρ ἄχνυται ἐν θυμῷ, ὅθ ὑπὲρ σέθεν αἴσχε ἀκούω πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο. ἀλλ ἰόμεν: τὰ δ ὄπισθεν ἀρεσσόμεθ, αἴ κέ ποθι Ζεὺς δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기