호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ ἄρα φωνήσασ κόρυθ’ εἵλετο φαίδιμοσ Ἕκτωρ ἵππουριν· ἄλοχοσ δὲ φίλη οἶκον δὲ βεβήκει ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα. αἶψα δ’ ἔπειθ’ ἵκανε δόμουσ εὖ ναιετάοντασ Ἕκτοροσ ἀνδροφόνοιο, κιχήσατο δ’ ἔνδοθι πολλὰσ ἀμφιπόλουσ, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν. αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· οὐ γάρ μιν ἔτ’ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο ἵξεσθαι προφυγόντα μένοσ καὶ χεῖρασ Ἀχαιῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기