- 텍스트

Homer, Iliad, Book 6 41:

(호메로스, 일리아스, Book 6 41:)

ἤτοι γὰρ πατέρ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν Θήβην ὑψίπυλον:? κατὰ δ ἔκτανεν Ηἐτίωνα, οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ, ἀλλ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν ἠδ ἐπὶ σῆμ ἔχεεν: περὶ δὲ πτελέας ἐφύτευσαν νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο. οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν οἳ μὲν πάντες ἰῷ κίον ἤματι Αἴ¨δος εἴσω: πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς βουσὶν ἐπ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι. μητέρα δ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ, τὴν ἐπεὶ ἂρ δεῦρ ἤγαγ ἅμ ἄλλοισι κτεάτεσσιν, ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι ἄποινα, πατρὸς δ ἐν μεγάροισι βάλ Ἄρτεμις ἰοχέαιρα. Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης: ἀλλ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν ἐπὶ πύργῳ, μὴ παῖδ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα: λαὸν δὲ στῆσον παρ ἐρινεόν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος. τρὶς γὰρ τῇ γ ἐλθόντες ἐπειρήσανθ οἱ ἄριστοι ἀμφ Αἰάντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα ἠδ ἀμφ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν: ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς, ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION