- 텍스트

Homer, Iliad, Book 6 38:

(호메로스, 일리아스, Book 6 38:)

ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ:? αἶψα δ ἔπειθ ἵκανε δόμους εὖ ναιετάοντας, οὐδ εὑρ῀ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν, ἀλλ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε. Ἕκτωρ δ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν ἔστη ἐπ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἐείπεν: εἰ δ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε: πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο· ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION