- 텍스트

Homer, Iliad, Book 6 31:

(호메로스, 일리아스, Book 6 31:)

ὣς ἔφατ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.? ὣς αἳ μέν ῥ εὔχοντο Διὸς κούρῃ μεγάλοιο, Ἕκτωρ δὲ πρὸς δώματ Ἀλεξάνδροιο βεβήκει καλά, τά ῥ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ ἄριστοι ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ. ἔνθ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ ἄρα χειρὶ ἔγχος ἔχ ἑνδεκάπηχυ: πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. τὸν δ εὑρ῀ ἐν θαλάμῳ περικαλλέα τεύχε ἕποντα ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ ἁφόωντα: Ἀργείη δ Ἑλένη μετ ἄρα δμῳῇσι γυναιξὶν ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε. τὸν δ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι: δαιμόνι οὐ μὲν καλὰ χόλον τόνδ ἔνθεο θυμῷ, λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος μαρνάμενοι: σέο δ εἵνεκ ἀϋτή τε πτόλεμός τε ἄστυ τόδ ἀμφιδέδηε: σὺ δ ἂν μαχέσαιο καὶ ἄλλῳ, ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. ἀλλ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION