- 텍스트

Homer, Iliad, Book 6 21:

(호메로스, 일리아스, Book 6 21:)

ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης:? ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν: ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός: Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην ξείνις ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ ἐρύξας: οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά: Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμας ἐμοῖσι. Τυδέα δ οὐ μέμνημαι, ἐπεί μ ἔτι τυτθὸν ἐόντα κάλλιφ, ὅτ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν. τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ εἰμί, σὺ δ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. ἔγχεα δ ἀλλήλων ἀλεώμεθα καὶ δι ὁμίλου: πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ ἐπίκουροι κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω, πολλοὶ δ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι. τεύχεα δ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ εἶναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION