- 텍스트

Homer, Iliad, Book 6 17:

(호메로스, 일리아스, Book 6 17:)

Γλαῦκος δ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.? οἳ δ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ἰόντε, τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης: τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων· οὐ μὲν γάρ ποτ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ τὸ πρίν: ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων σῷ θάρσει, ὅ τ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας: δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν. εἰ δέ τις ἀθανάτων γε κατ οὐρανοῦ εἰλήλουθας, οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν: ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατ ἠγάθεον Νυσήϊον: αἳ δ ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν ὑπ ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι: Διώνυσος δὲ φοβηθεὶς δύσεθ ἁλὸς κατὰ κῦμα, Θέτις δ ὑπεδέξατο κόλπῳ δειδιότα: κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ. τῷ μὲν ἔπειτ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες, καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς: οὐδ ἄρ ἔτι δὴν ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν: οὐδ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι. εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, ἆσσον ἴθ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ ἵκηαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION