호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ’ ἀπαμειβόμενοσ προσέφη κρατερὸσ Διομήδησ· γιγνώσκω σε θεὰ θύγατερ Διὸσ αἰγιόχοιο· τώ τοι προφρονέωσ ἐρέω ἔποσ οὐδ’ ἐπικεύσω. οὔτέ τί με δέοσ ἴσχει ἀκήριον οὔτέ τισ ὄκνοσ, ἀλλ’ ἔτι σέων μέμνημαι ἐφετμέων ἃσ ἐπέτειλασ· οὔ μ’ εἰάσ μακάρεσσι θεοῖσ ἀντικρὺ μάχεσθαι τοῖσ ἄλλοισ· ἀτὰρ εἴ κε Διὸσ θυγάτηρ Ἀφροδίτη ἔλθῃσ’ ἐσ πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ. τοὔνεκα νῦν αὐτόσ τ’ ἀναχάζομαι ἠδὲ καὶ ἄλλουσ Ἀργείουσ ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντασ· γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기