- 텍스트

Homer, Iliad, Book 5 77:

(호메로스, 일리아스, Book 5 77:)

αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ οὔδει ποικίλον, ὅν ῥ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν:? ἣ δὲ χιτῶν ἐνδῦσα Διὸς νεφεληγερέταο τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. ἀμφὶ δ ἄρ ὤμοισιν βάλετ αἰγίδα θυσσανόεσσαν δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται, ἐν δ Ἔρις, ἐν δ Ἀλκή, ἐν δὲ κρυόεσσα Ιὠκή, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο. κρατὶ δ ἐπ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον χρυσείην, ἑκατὸν πολίων πρυλέεσς ἀραρυῖαν: ἐς δ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ ἔγχος βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη. Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ ἄρ ἵππους: αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ ἐπιθεῖναι. τῇ ῥα δι αὐτάων κεντρηνεκέας ἔχον ἵππους: εὑρ῀ον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. ἔνθ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη Ζῆν ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε: Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα ὁσσάτιόν τε καὶ οἱο῀ν ἀπώλεσε λαὸν Ἀχαιῶν μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ ἄχος, οἳ δὲ ἕκηλοι τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα· Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION