호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺσ δ’ ὡσ οὖν ἐνόησε θεὰ λευκώλενοσ Ἥρη Ἀργείουσ ὀλέκοντασ ἐνὶ κρατερῇ ὑσμίνῃ, αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ὢ πόποι αἰγιόχοιο Διὸσ τέκοσ Ἀτρυτώνη, ἦ ῥ’ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι, εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδοσ ἀλκῆσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기