- 텍스트

Homer, Iliad, Book 5 70:

(호메로스, 일리아스, Book 5 70:)

Τληπόλεμον δ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ ἐξέφερον πολέμοιο:? νόησε δὲ δῖος Ὀδυσσεὺς τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ: μερμήριξε δ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι, ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο. οὐδ ἄρ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἠε῀ν ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ: τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη. ἔνθ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε Ἄλκανδρόν θ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε. καί νύ κ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς εἰ μὴ ἄρ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ: βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ δεῖμα φέρων Δαναοῖσι: χάρη δ ἄρα οἱ προσιόντι Σαρπηδὼν Διὸς υἱός, ἔπος δ ὀλοφυδνὸν ἐείπε: Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς κεῖσθαι, ἀλλ ἐπάμυνον: ἔπειτά με καὶ λίποι αἰὼν ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ ἔμελλον ἔγωγε νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION