호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:? Τληπόλεμον δ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε ὦρσεν ἐπ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή. οἳ δ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ἰόντες υἱός θ υἱωνός τε Διὸς νεφεληγερέταο, τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἐείπε: Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδ ἐόντι μάχης ἀδαήμονι φωτί· ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων: ἀλλ οἱό῀ν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα: ὅς ποτε δεῦρ ἐλθὼν ἕνεχ ἵππων Λαομέδοντος ἓξ οἰῄς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ ἀγυιάς: σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί. οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι ἐλθόντ ἐκ Λυκίης, οὐδ εἰ μάλα καρτερός ἐσσι, ἀλλ ὑπ ἐμοὶ δμηθέντα πύλας Αἴ¨δαο περήσειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기