- 텍스트

Homer, Iliad, Book 5 51:

(호메로스, 일리아스, Book 5 51:)

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.? ἔνθ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον: Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες· φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ ἐπικούρων οἰο῀ς σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. τῶν νῦν οὔ τιν ἐγὼ ἰδέειν δύναμ οὐδὲ νοῆσαι, ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα: ἡμεῖς δὲ μαχόμεσθ οἵ πέρ τ ἐπίκουροι ἔνειμεν. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω: τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, ἔνθ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ ἐπιδευής. ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον αὐτὸς ἀνδρὶ μαχήσασθαι: ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον οἱό῀ν κ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν: τύνη δ ἕστηκας, ἀτὰρ οὐδ ἄλλοισι κελεύεις λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι. μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε: οἳ δὲ τάχ ἐκπέρσους εὖ ναιομένην πόλιν ὑμήν. σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων νωλεμέως ἐχέμεν, κρατερὴν δ ἀποθέσθαι ἐνιπήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION