호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτο, τῇ δ ἄρ Ἄρης δῶκε χρυσάμπυκας ἵππους:? ἣ δ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ, πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, μάστιξεν δ ἐλάαν, τὼ δ οὐκ ἀέκοντε πετέσθην. αἶψα δ ἔπειθ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον: ἔνθ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις λύσας ἐξ ὀχέων, παρὰ δ ἀμβρόσιον βάλεν εἶδαρ: ἣ δ ἐν γούνασι πῖπτε Διώνης δῖ Ἀφροδίτη μητρὸς ἑῆς: ἣ δ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν, χειρί τέ μιν κατέρεξεν ἔπος τ ἔφατ ἐκ τ ὀνόμαζε: τίς νύ σε τοιάδ ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기