- 텍스트

Homer, Iliad, Book 5 38:

(호메로스, 일리아스, Book 5 38:)

ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο:? οὐδ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης, ἀλλ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας, Αἰνείαο δ ἐπαΐξας καλλίτριχας ἵππους ἐξέλασε Τρώων μετ ἐϋκνήμιδας Ἀχαιούς. δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν: αὐτὰρ ὅ γ ἡρ´ως ὧν ἵππων ἐπιβὰς ἔλαβ ἡνία σιγαλόεντα, αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους ἐμμεμαώς: ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ γιγνώσκων ὅ τ ἄναλκις ἐήν θεός, οὐδὲ θεάων τάων αἵ τ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, οὔτ ἄρ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ. ἀλλ ὅτε δή ῥ ἐκίχανε πολὺν καθ ὅμιλον ὀπάζων, ἔνθ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ ἀβληχρήν: εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, πρυμνὸν ὕπερ θέναρος: ῥέε δ ἄμβροτον αἷμα θεοῖο ἰχώρ, οἱό῀ς πέρ τε ῥέει μακάρεσσι θεοῖσιν: οὐ γὰρ σῖτον ἔδους, οὐ πίνους αἴθοπα οἶνον, τοὔνεκ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἑό κάββαλεν υἱόν: καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο: τῇ δ ἐπὶ μακρὸν ἀΰσε βοὴν ἀγαθὸς Διομήδης: εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος: ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις· εἰ δὲ σύ γ ἐς πόλεμον πωλήσεαι, ἦ τέ ς ὀΐω ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ ἑτέρωθι πύθηαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION