호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἣ μὲν ἄρ ὣς εἰποῦς ἀπέβη γλαυκῶπις Ἀθήνη, Τυδεΐδης δ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι:? δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ εἰροπόκοις ὀΐεσσι χραύσῃ μέν τ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ: τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ οὐ προσαμύνει, ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ ἐρῆμα φοβεῖται: αἳ μέν τ ἀγχιστῖναι ἐπ ἀλλήλῃσι κέχυνται, αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς: ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기