- 텍스트

Homer, Iliad, Book 5 8:

(호메로스, 일리아스, Book 5 8:)

Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα τεύχειν:? ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη: ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο οἷ τ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη. τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων βεβλήκει γλουτὸν κατὰ δεξιόν: ἣ δὲ διαπρὸ ἀντικρὺ κατὰ κύστιν ὑπ ὀστέον ἤλυθ ἀκωκή: γνὺξ δ ἔριπ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION