호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων ἱρεὺς Ἡφαίστοιο:? δύω δέ οἱ υἱέες ἤστην Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης. τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην: τὼ μὲν ἀφ ἵπποιιν, ὃ δ ἀπὸ χθονὸς ὄρνυτο πεζός. οἳ δ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ἰόντες Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος: Τυδεΐδεω δ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ ἀκωκὴ ἔγχεος, οὐδ ἔβαλ αὐτόν: ὃ δ ὕστερος ὄρνυτο χαλκῷ Τυδεΐδης: τοῦ δ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, ἀλλ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ ἀφ ἵππων. Ἰδαῖος δ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον, οὐδ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο: οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν, ἀλλ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας, ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἰή. ἵππους δ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἱε῀ Δάρητος τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ ὄχεσφι, πᾶσιν ὀρίνθη θυμός: ἀτὰρ γλαυκῶπις Ἀθήνη χειρὸς ἑλοῦς ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα: Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς μάρνασθ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ, νῶϊ δὲ χαζώμεσθα, Διὸς δ ἀλεώμεθα μῆνιν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기