- 텍스트

Homer, Iliad, Book 4 49:

(호메로스, 일리아스, Book 4 49:)

τοῖον ἄρ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν Αἰάς διογενής:? τοῦ δ Ἄντιφος αἰολοθώρηξ Πριαμίδης καθ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. τοῦ μὲν ἅμαρθ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον βεβλήκει βουβῶνα, νέκυν ἑτέρως ἐρύοντα: ἤριπε δ ἀμφ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. τοῦ δ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, στῆ δὲ μάλ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ ἀμφὶ ἓ παπτήνας: ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσσαντος: ὃ δ οὐχ ἅλιον βέλος ἧκεν, ἀλλ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ ἵππων ὠκειάων. τόν ῥ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ κόρσην: ἣ δ ἑτέροιο διὰ κροτάφοιο πέρησεν αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψε, δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε ἐπ αὐτῷ. χώρησαν δ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ: Ἀργεῖοι δὲ μέγα ἰάχον, ἐρύσαντο δὲ νεκρούς, ἴθυσαν δὲ πολὺ προτέρω: νεμέσησε δ Ἀπόλλων Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ ἀΰσας: ὄρνυσθ ἱππόδαμοι Τρῶες μηδ εἴκετε χάρμης Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν: οὐ μὰν οὐδ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο μάρναται, ἀλλ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION