- 텍스트

Homer, Iliad, Book 4 30:

(호메로스, 일리아스, Book 4 30:)

ὣς ἔφατ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ:? ἦλθε δ ἐπ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν: τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν. ὡς δ ὅτ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς: τῷ δέ τ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα φαίνετ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα: τοῖαι ἅμ Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα: Αἰάντ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, σφῶϊ μέν: οὐ γὰρ ἐοίκ ὀτρυνέμεν: οὔ τι κελεύω: αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο: τώ κε τάχ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION