- 텍스트

Homer, Iliad, Book 4 21:

(호메로스, 일리아스, Book 4 21:)

ὣς φάτο, τῷ δ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε:? βὰν δ ἰέναι καθ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. ἀλλ ὅτε δή ῥ ἵκανον ὅθι ξανθὸς Μενέλαος βλήμενος ἦν, περὶ δ αὐτὸν ἀγηγέραθ ὅσσοι ἄριστοι κυκλός, ὃ δ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, αὐτίκα δ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν: τοῦ δ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ ὑπένερθε ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ ἔμπεσε πικρὸς ὀϊστός, αἷμ ἐκμυζήσας ἐπ ἄρ ἤπια φάρμακα εἰδὼς πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION