- 텍스트

Homer, Iliad, Book 4 13:

(호메로스, 일리아스, Book 4 13:)

οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη, ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.? ἣ δὲ τόσον μὲν ἐέργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ παιδὸς ἐέργῃ μυῖαν ὅθ ἡδέϊ λέξεται ὕπνῳ, αὐτὴ δ αὖτ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. ἐν δ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός: διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο μίτρης θ, ἣν ἐφόρει ἔρυμα χροὸς ἑρ´κος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο: διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. ἀκρότατον δ ἄρ ὀϊστὸς ἐπέγραψε χρόα φωτός: αὐτίκα δ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION