호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν:? αὐτίκ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς ἀγρίου, ὅν ῥά ποτ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι βεβλήκει πρὸς στῆθος: ὃ δ ὕπτιος ἔμπεσε πέτρῃ. τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει: καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, πᾶν δ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην. καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ ἀγκλίνας: πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἱε῀ς Ἀχαιῶν πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ ἕλετ ἰὸν ἀβλῆτα πτερόεντα μελαινέων ἑρ´μ ὀδυνάων: αἶψα δ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, εὔχετο δ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ἕλκε δ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια: νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρὴ δὲ μέγ ἰάχεν, ἆλτο δ ὀϊστὸς ὀξυβελὴς καθ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기